Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.225 Joseph. AJ 1.228 (English) >>Joseph. AJ 1.233

1.227ἔφερον δὲ σὺν αὐτοῖς ὅσα λοιπὰ πρὸς τὴν θυσίαν ἦν πλὴν ἱερείου. τοῦ δʼ Ἰσάκου πέμπτον τε καὶ εἰκοστὸν ἔτος ἔχοντος τὸν βωμὸν κατασκευάζοντος καὶ πυθομένου, τί καὶ μέλλοιεν θύειν ἱερείου μὴ παρόντος, τὸν θεὸν αὐτοῖς παρέξειν ἔλεγεν ὄντα ἱκανὸν καὶ τῶν οὐκ ὄντων εἰς εὐπορίαν ἀνθρώποις παραγαγεῖν καὶ τὰ ὄντα τῶν ἐπʼ αὐτοῖς θαρρούντων ἀφελέσθαι· δώσειν οὖν κἀκείνῳ ἱερεῖον, εἴπερ εὐμενὴς μέλλει τῇ θυσίᾳ παρατυγχάνειν αὐτοῦ. 1.228

Ὡς δʼ βωμὸς παρεσκεύαστο καὶ τὰς σχίζας ἐπενηνόχει καὶ ἦν εὐτρεπῆ, λέγει πρὸς τὸν υἱόν· “ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γενέσθαι μοι παρὰ τοῦ θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην οὐδʼ ἐφʼ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὡς εἰ σέ τʼ ἴδοιμι ἠνδρωμένον καὶ τελευτῶν διάδοχον τῆς ἀρχῆς τῆς ἐμαυτοῦ καταλίποιμι. 1.229ἀλλʼ ἐπεὶ θεοῦ τε βουλομένου σὸς πατὴρ ἐγενόμην καὶ πάλιν τούτῳ δοκοῦν ἀποτίθεμαί σε, φέρε γενναίως τὴν καθιέρωσιν· τῷ θεῷ γάρ σε παραχωρῶ ταύτης ἀξιώσαντι παρʼ ἡμῶν τῆς τιμῆς ἀνθʼ ὧν εὐμενὴς γέγονέ μοι παραστάτης καὶ σύμμαχος νῦν ἐπιτυχεῖν. 1.230ἐπεὶ δʼ ἐγεννήθης ἀποθάνῃς οὐ τὸν κοινὸν ἐκ τοῦ ζῆν τρόπον, ἀλλʼ ὑπὸ πατρὸς ἰδίου θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος, ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ μήτε νόσῳ μήτε πολέμῳ μήτε ἄλλῳ τινὶ τῶν παθῶν, συμπίπτειν πέφυκεν ἀνθρώποις, ἀπαλλαγῆναι τοῦ βίου,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.225 Joseph. AJ 1.228 (English) >>Joseph. AJ 1.233

Powered by PhiloLogic